Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.254 Joseph. AJ 6.258 (English) >>Joseph. AJ 6.263

6.256οἶκον ἐλάνθανεν.” δʼ ἀρχιερεὺς οὐκ ἐπʼ ἄρνησιν ἐτράπη τῶν γεγονότων, ἀλλὰ μετὰ παρρησίας ταῦτα παρασχεῖν ὡμολόγει οὐχὶ Δαυίδῃ χαριζόμενος, ἀλλʼ αὐτῷ· “πολέμιον γὰρ σὸν οὐκ εἰδέναι ἔφασκε, πιστὸν δὲ ἐν τοῖς μάλιστα δοῦλον καὶ χιλίαρχον καὶ τὸ τούτων μεῖζον γαμβρόν τε ἤδη καὶ συγγενῆ. 6.257ταῦτα δʼ οὐκ ἐχθροῖς παρέχειν τοὺς ἀνθρώπους, ἀλλὰ τοῖς εὐνοίᾳ καὶ τιμῇ τῇ πρὸς αὐτοὺς ἀρίστοις. προφητεῦσαι δὲ οὐ νῦν πρῶτον αὐτῷ, πολλάκις δὲ καὶ ἄλλοτε τοῦτο πεποιηκέναι· φήσαντι δὲ ὑπὸ σοῦ πεμφθῆναι κατὰ πολλὴν σπουδὴν ἐπὶ πρᾶξιν τῷ μηδὲν παρασχεῖν ὧν ἐπεζήτει σοὶ μᾶλλον ἀντιλέγειν ἐκείνῳ περὶ αὐτῶν ἐλογιζόμην. 6.258διὸ μηδὲν πονηρὸν κατʼ ἐμοῦ φρονήσῃς μηδὲ πρὸς νῦν ἀκούεις Δαυίδην ἐγχειρεῖν πρὸς ταῦτα τὴν τότε μου δοκοῦσαν φιλανθρωπίαν ὑποπτεύσῃς· φίλῳ γὰρ καὶ γαμβρῷ σῷ καὶ χιλιάρχῳ παρέσχον, οὐ πολεμίῳ.” 6.259

Ταῦτα λέγων ἀρχιερεὺς οὐκ ἔπεισε τὸν Σαοῦλον· δεινὸς γὰρ φόβος μηδʼ ἀληθεῖ πιστεύειν ἀπολογίᾳ· κελεύει δὲ τοῖς ὁπλίταις περιστᾶσιν αὐτὸν ἀποκτεῖναι. μὴ θαρρούντων δʼ ἐκείνων ἅψασθαι τοῦ ἀρχιερέως, ἀλλὰ τὸ θεῖον εὐλαβουμένων μᾶλλον τὸ παρακοῦσαι τοῦ βασιλέως, τῷ Σύρῳ Δωήγῳ προστάσσει τὸν φόνον. 6.260καὶ παραλαβὼν ὁμοίους αὑτῷ πονηροὺς ἐκεῖνος ἀποκτείνει τὸν Ἀβιμέλεχον καὶ τὴν γενεὰν αὐτοῦ· ἦσαν δὲ πάντες ὡσεὶ πέντε καὶ τριακόσιοι. πέμψας δὲ Σαοῦλος καὶ εἰς τὴν πόλιν τῶν ἱερέων Ναβὰν πάντας τε αὐτοὺς ἀπέκτεινεν οὐ γυναικῶν οὐ νηπίων οὐδʼ ἄλλης ἡλικίας φεισάμενος, αὐτὴν δὲ ἐνέπρησε.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.254 Joseph. AJ 6.258 (English) >>Joseph. AJ 6.263

Powered by PhiloLogic